Psalms 67

1
LXX: Psa.66:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
LXX: Psa.66:2
θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς διάψαλμα
2
LXX: Psa.66:3
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου.
3
LXX: Psa.66:4
ἐξομολογησάσθωσάν σοι λαοί, θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
4
LXX: Psa.66:5
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα.
5
LXX: Psa.66:6
ἐξομολογησάσθωσάν σοι λαοί, θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
6
LXX: Psa.66:7
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς θεὸς θεὸς ἡμῶν.
7
LXX: Psa.66:8
εὐλογήσαι ἡμᾶς θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Copyright information for LXX